TLG 0597 001 :: ZENODORUS :: Περὶ συνηθείας (e cod. Paris. suppl. gr. 1164 [olim cod. Athon.])

ZENODORUS Gramm., fiq Zenodotus Ephesius
(2–1 B.C.?)

Περὶ συνηθείας (e cod. Paris. suppl. gr. 1164 [olim cod. Athon.])

Source: Miller, E. (ed.), “Opuscles divers” [Lexica Graeca minora (ed. K. Latte & H. Erbse)] Hildesheim: Olms, 1965: 253–258.

*Published originally in Mélanges de littérature grecque (Paris, 1868) 407–412

Citation: Page — (line)

253

(1t)

ΖΗΝΟΔΩΡΟΥ ΤΩΝ ΠΕΡΙ ΣΥΝΗΘΕΙΑΣ ΕΠΙΤΟΜΗ
2 Ἑστία, κατὰ μὲν τὴν συνήθειαν, ἡ κατ’ οἶκον ἐσχάρα· καθ’ Ὅμηρον (Il. I, 63) δὲ ὁ οἶκος· τὸν γὰρ μὴ οἰκοδεσπότην, ἀφρήτορα καὶ ἀνέστιον ἐκάλεσε.
5 Βωμὸς, συνήθως μὲν ἐφ’ οὗ ἐπιθύουσι, παρ’ Ὁμήρῳ (Il. Θ, 441. Cf. Eust.) δὲ τέθειται καὶ ἐπὶ τῆς βάσεως, ἀπὸ τοῦ βεβηκέναι. Ἠὼς, λαμβάνεται παρ’ Ὁμήρῳ καὶ ἐπὶ τῆς σωματικῆς δαίμονος· τίθησι δὲ αὐτὴν καὶ ἐπὶ τοῦ διαστήματος τοῦ ἀπὸ ἀνατολῆς μέχρι μεσημβρίας· ση‐ μαίνει δὲ καὶ τὴν ὀρθρικὴν ὥραν· ὃ γὰρ ἡμεῖς λυκόφως λέγομεν, λέγω δὴ
10τὸν πρὸ τῆς ἀνατολῆς χρόνον, ἔτι μέρους τινὸς ἐπιμένοντος τῆς νυκτὸς, τοῦτο ἠὼς εἴρηται. Τίθησι δὲ καὶ ἐπὶ τοῦ καταστήματος τῆς ἡμέρας, ὡς ὅταν λέγει ἡ Πηνελόπη (Od. Τ, 571, ubi ἥδε δὴ ἠώς)·
ἤδη δ’ ἠὼς εἶσι δυσώνυμος. Ἔτι τίθεται καὶ τοπικῶς ἐπὶ τῆς ἀνατολῆς (Od. Κ, 190: οὐ γάρ τ’ ἴδμεν)·
15
οὐ γάρ τ’ ἤδειμεν ὄπη ζόφος, οὐδ’ ὄπη Ἠώς· ζόφον δὲ λέγει τὴν δύσιν, ἠὼ δὲ τὴν ἀνατολήν. Μοῖρα, ἡ εἱμαρμένη (Il. Ζ, 488) καὶ ἡ διανομή (Od. Θ, 470)· τίθεται
δὲ καὶ ἀντὶ τοῦ κατ’ ἀξίαν.253

254

Δόξα, παρὰ τῇ συνηθείᾳ τιμὴ, παρὰ δὲ τῷ Ποιητῇ ἡ κατὰ ψυχὴν ἔννοια καὶ δόκησις. Αἶσα (Il. Υ, 127), ταυτὸν σημαίνει τῇ μοίρᾳ. Κλέος, λαμβάνεται καὶ ἀντὶ τῆς δόξης καὶ ἀντὶ τῆς φήμης.
5 Δίκη, συνήθως μὲν ἡ δικαιοσύνη, ποιητικῶς δὲ τίθεται καὶ ἐπὶ τοῦ καθή‐ κοντος (Il. Ψ, 542). Εὐχὴ, συνήθως μὲν ἡ δέησις, ποιητικῶς δὲ καὶ ἡ καύχησις (Il. Ζ, 191). Τιμὴ, ἡ δόξα καὶ ἡ τιμωρία (Il. Α, 158, et Eust.) καὶ τὸ πρόστιμον (Il. Γ, 288. Cf. Suidas et Eust.).
10Ἔρως, ἡ ἐπιθυμία, κατὰ δὲ τὸν Ποιητὴν καὶ ἡ πλησμονὴ τροφῆς. Ἀγορὰ, ὁ τόπος, ποιητικῶς δὲ καὶ ἡ συναγωγή (Il. Β, 53, et Eustath.). Ἀρετὴ, ἥ τε ἀγαθοεργία καὶ ἡ ἀνδρεία καὶ ἡ δύναμις. Ἄρης, ὁ ἀστὴρ καὶ ἡ πρὸς τὸν πόλεμον ὁρμή (Il. Ρ, 211, et Eustath.). Ἥφαιστος (Il. Β, 426), τὸ πῦρ καὶ ὁ σωματοειδής.
15 Ζωὴ, παρ’ Ὁμήρῳ (Il. Σ, 396 sqq.) οὐκ ἐπὶ τοῦ ζῆν, ἀλλ’ ἐπὶ τῶν χρη‐ μάτων καὶ κτημάτων καὶ ἁπλῶς τοῦ πλούτου (Od. Ξ, 96). Πόνος, ἡ ἀλγηδὼν καὶ πᾶσα ἐνέργεια μετὰ κακοπαθείας. Δειλὸς, ὁ ἄνανδρος καὶ ὁ ἄθλιος (Il. Σ, 54; T, 287, passim). Κωφὸς καὶ κωφὸν, τὸ ἀσθενές· οὐδέποτε δ’ ἐπὶ ἐμψύχου τοῦτο τίθησιν
20Ὅμηρος (Eust. ad Il. Λ, 390). Φίλος, παρὰ τῇ συνηθείᾳ πᾶς ὁ ἰσοψύχως ἀγαπώμενος, ποιητικῶς δὲ καὶ ὁ συγγενής. Ἑταῖρος, ὁ φίλος καὶ ὁ συνεργός (Eust. ad. Od. Μ, 149). Κόσμος, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ· καθ’ Ὅμηρον (Eust. ad
25Il. Α, 16) δὲ καὶ ἡ τάξις καὶ τὸ καθῆκον. Ἔτης καὶ ἔται, οἱ πολῖται. Γέροντες, οἱ πεπολιωμένοι καὶ οἱ τιμῆς ἄξιοι.
Ὄλβος, ἡ εὐδαιμονία καὶ ὁ πλοῦτος.254

255

Ἀφνειὸς, ὁ πλούσιος· ἄφενος γὰρ ὁ ἀπὸ τῶν κατ’ ἐνιαυτὸν προσποριζο‐ μένων καρπῶν πλοῦτος. Δέμας καὶ σῶμα· τὸ δὲ δέμας ἐπὶ τῶν ζώντων λαμβάνει ὁ Ποιητὴς, καὶ ἐτυμολογεῖται παρὰ τὸ δόμα (l. δῶμα) εἶναι τῆς ψυχῆς· τὸ δὲ σῶμα ἐπὶ
5τῶν νεκρῶν καὶ τῶν πτωμάτων, τῶν τε ἀνθρώπων καὶ τῶν ἀλόγων ζώων. Στρατὸς, τὸ πλῆθος· στρατόπεδον, ὁ τόπος ἔνθα τὸ πλῆθος· Ὅμηρος δὲ τὰς δύο σημασίας ἐπὶ τοῦ στρατοῦ τίθησιν. Ἀγὼν, παρ’ Ὁμήρῳ τὸ πλῆθος καὶ ὁ τόπος καὶ τὸ θέατρον· παρὰ δὲ τῇ συνηθείᾳ καὶ ἡ σπουδὴ καὶ ὁ τόπος.
10 Χορὸς, ἐπὶ τῶν πορευόντων καὶ ἐπὶ τοῦ τόπου. Δόρυ, ἐπὶ παντὸς ξύλου, καὶ κατ’ ἐξοχὴν ἐπὶ τοῦ πολεμικοῦ. Ἄναξ, ὁ βασιλεὺς καὶ ὁ οἰκοδεσπότης. Μάχαιρα, συνήθως μὲν ἐπὶ τοῦ πολεμιστηρίου, παρὰ τὸ εἰς μάχην αἴρε‐ σθαι· ποιητικῶς δὲ ἡ παραξιφὶς ᾗ χρῶνται πρὸς τὰ ἱερεῖα καὶ πρὸς
15θεραπείαν. Τάλαντον, οὐδέποτε ἐπὶ ἀργυρίου τίθησιν ὁ Ποιητὴς, ἀλλ’ ἢ ἐπὶ πλα‐ στίγγων ἢ ἐπὶ σταθμοῦ χρυσίου. Τὸ ζυγὸν, ὁ Ποιητὴς οὐκ ἐπὶ τοῦ σταθμοῦ, ἀλλ’ ἐπὶ τοῦ ζυγοῦ τοῦ ἅρ‐ ματος τίθησι· ζυγὰ δὲ λέγονται καὶ αἱ καθέδραι τῶν ἐρεσσόντων, ὅθεν καὶ
20ὑψίζυγος ὁ ἐν ὕψει τὴν καθέδραν ἔχων. Ἔμπορος, παρὰ τοῖς τραγικοῖς ὁ ὁδοιπόρος, παρὰ δὲ τῇ συνηθείᾳ ὁ κατὰ πρᾶσιν καὶ κέρδος φόρτων πλέων· ποιητικῶς δὲ καὶ ὁ πλέων ἐπ’ ἀλλοτρίας νεώς. Τάφος, παρὰ τῷ Ποιητῇ τὸ ὑπὲρ τεθνηκότος δεῖπνον, καὶ τὰ ἐπὶ τοῦ νε‐
25κροῦ νομιζόμενα, καὶ ἡ ἔκπληξις, καὶ νῆσος Τάφος (Od. Α, 417) λεγο‐
μένη· οὐδέποτε δὲ, ὡς ἡμεῖς, τὸ μνῆμα τάφον λέγει ὁ Ποιητής.255

256

Κνίσσα, συνήθως μὲν ἡ ἀπὸ τῶν ὁλοκαυτωμάτων ὀσμὴ, ποιητικῶς δὲ καὶ ἐπὶ τοῦ ἐπίπλου· καὶ κνίσση μελδόμενος· οὐδετέρως τὰ κνίσση λέγεται, τὸ δὲ μελδόμενος ἀντὶ τοῦ μέλδων, ὅπερ ἐστὶ τήκων. Τὸν λίθον καὶ τὸν κίονα, καὶ θηλυκῶς ὁ Ποιητὴς λέγει καὶ ἀρσενικῶς,
5καὶ τὸν ἀέρα καὶ θηλυκῶς καὶ ἀρσενικῶς· ὁμοίως δὲ καὶ τὸν αἰθέρα καὶ χῆνα. Τὸν δὲ χιτῶνα, ὁτὲ μὲν ἐπὶ τοῦ ἐνδύματος, ὁτὲ δ’ ἐπὶ τοῦ θώρακος. Τὴν Ἴλιον πόλιν καὶ τὸ Ἴλιον, τὴν Τροίαν ὁ Ποιητὴς καὶ ἐφ’ ὅλης τῆς χώ‐ ρας Ἰλίου τίθησι καὶ ἐπὶ τῆς πόλεως.
10 Τὸν φόβον, καὶ ἐπὶ τῆς φυγῆς τάττει καὶ ἐπὶ τοῦ κυρίως φόβου. Μένος, ἡ δύναμις, καὶ τὸ ἐπιθυμεῖν δὲ μεναίειν (l. μενεαίνειν) λέγει καὶ τὸ θυμοῦσθαι. Μέλεος, συνήθως μὲν ὁ ταλαίπωρος καὶ ἐπίπονος καὶ ἐπώδυνος· παρ’ Ὁμήρῳ δὲ καὶ ὁ μάταιος.
15 Τὸ κακὸν, ἐπὶ τοῦ δειλοῦ τάττει ὁ Ποιητής. Ἔγχος, Ὅμηρος μὲν ἐπὶ τοῦ δόρατος, οἱ δὲ νεώτεροι ἐπὶ τοῦ ξίφους. Τὸ ἀγαθὸν, ὁ Ποιητὴς ἐπὶ τοῦ ἀνδρείου τάττει, καὶ συνήθως ἐπὶ τοῦ καλοῦ. Τὸ μέλλει, ἐπὶ τοῦ ἔοικε· ἡ δὲ συνήθεια ἐπὶ τοῦ ὑποκρίνεσθαι, ὁ Ποιητὴς
20καὶ ἐπὶ τοῦ ἀποκρίνασθαι τίθησιν· ἡ δὲ συνήθεια ἐπὶ τοῦ μὴ ἐκ ψυχῆς λέ‐ γοντος, μὴ δὲ ἃ φρονεῖ. Μινυρίζειν, ἡμεῖς μὲν ἐπὶ τοῦ ἠρέμα καὶ λεπτὸν ᾄδειν, ὁ δὲ Ποιητὴς ἐπὶ
τοῦ θρηνεῖν καὶ ἀποδύρεσθαι.256

257

Ἐπίστασθαι καὶ θέλειν, ὁ Ποιητὴς ἐπὶ τοῦ δύνασθαι λαμβάνει, λαμβάνε‐ ται δὲ ταῦτα καὶ συνήθως. Τὸ μεμνῆσθαι, καὶ συνήθως ἐπὶ τοῦ ἀπομνημονεύειν καὶ ἀντὶ τοῦ ἐπιμε‐ λεῖσθαι.
5 Καθάπτεσθαι, ἐπὶ τοῦ ἐπιπλῆξαι καὶ ἐπὶ τοῦ ἀνειμένως καὶ μετὰ μαλακείας λέγειν. Θαυμάζειν, τὸ θεωρεῖν καὶ συνήθως. Θηεῖσθαι, θαυμάζεσθαι. Θηήσατο, ἐθαύμασε.
10 Τεθηπέναι, θαυμάζειν. Ἀλύειν, ἐπὶ τοῦ μετὰ λύπης περιπάτου· παρὰ τὸ ἀλύτως ἔχειν τῇ ψυχῇ· τίθησι δέ ποτε καὶ ἐπὶ τῆς χαρᾶς τὸ ἀλύειν ἀπὸ τοῦ ἀλεαίνεσθαι, ὅ ἐστι θερμαίνεσθαι τὴν ψυχὴν καὶ διαχεῖσθαι. Στυγεῖν, μισεῖν· τίθησι δὲ καὶ ἐπὶ τοῦ καταπλαγῆναι καὶ φοβηθῆναι.
15 Θέλγω, ἐπὶ τοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα καθίστασθαι πρὸς τὸ χεῖρον καὶ ἀλλοιοῦσθαι, οἷον ἐπὶ τῶν μεταμεμορφωμένων παρὰ τῆς Κίρκης· λαμβάνεται καὶ ἐπὶ τοῦ τέρπειν (Od. Μ, 44):
ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ. Μαίνεσθαι, συνήθως μὲν ἐπὶ τοῦ παραφρονοῦντος, παρὰ δὲ τῷ Ποιητῇ
20καὶ ἐπὶ τῆς σφοδρᾶς κινήσεως, ὡς ἐπὶ τοῦ Ἕκτορος,
μαίνετο δ’ ὡς ὅ τ’ Ἄρης, σφοδρὰν κίνησιν καὶ τὴν κατὰ πόλεμον ἐνέργειαν σημαίνων. Ἀλιτήριος· κατὰ Διονύσιον τὸν Ἁλικαρνασέα, λιμοῦ γινομένου Ἀθήνῃ‐ σιν, οἱ πένητες τὰ προσφερόμενα ἄλευρα ἥρπαζον· ἐλέχθησαν οὖν οἱ τοὺς
25ἀλοῦντας ἐπιτηροῦντες καὶ ἁρπάζοντες ἁλιτήριοι (l. ἀλ), διέτεινε δὲ τὸ ὄνομα
ὥστε ἐπὶ πάντων τῶν μετὰ βίας τι ποιούντων ἢ ἁμαρτανόντων λέγεσθαι.257

258

Συκοφάντης πόθεν· δοκεῖ ἡ συκῆ εὕρημα Διονύσου, καὶ τῆς τροφῆς δὲ τῆς ἡμέρου πρῶτον ἡγήσασθαι τὸ σῦκον, ὅθεν ἡγητηρίαν ἐκάλεσαν τὴν συκῆν, καὶ ὅταν τὰ πλυντήρια ᾖ, προηγεῖται σύκων πλὰξ, ἣν αὐτοὶ παλάθην προσ‐ αγορεύουσι· φιλοτιμίαν οὖν ἔχοντες οἱ Ἀθηναῖοι εἰς τὸ πρῶτοι (l. πρῶτον)
5αὐτοὶ λαβεῖν σῦκον, καὶ πρὸς ἀγαθοῦ οἰωνοῦ τοῦτο τιθέμενοι εἰς τοὺς ἀγροὺς ἐπεσκόπευον καὶ εἰς τὰς συκᾶς ζητοῦντες τί πέπειρόν τις ἴδοι· καὶ τὸ μὲν πρῶτον συκοσκόπος ἐκλήθη ὁ θεωρήσας αὐτὸ πρώτως, ὕστερον δὲ συκοφάν‐ της, ἀπὸ τοῦ φῆναι τὸ σῦκον καὶ ἄλλοις δεῖξαι. Ὁ γοῦν περιέργως ἔχων περὶ τοὺς ἀλλοτρίους βίους καὶ σκοπεύων καὶ ἐμφανίζων συκοφάντης ἐκλήθη.
10Οἱ δὲ λέγουσιν ὅτι λιμοῦ γενομένου ἐν Ἀθήναις ψήφισμα ἐγένετο μὴ ἐκφέρειν σῦκα· ἐπιτηροῦντες οὖν τινὲς ἐκφέροντα σῦκα διέβαλλον, καὶ παρὰ τὸ περὶ
σύκων φάναι, συκοφάντης ὁ ψευδῶς περὶ σύκων φαίνων.258